Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.208 Joseph. AJ 10.212 (English) >>Joseph. AJ 10.216

10.210ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν. 10.211

δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο· 10.212καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης· 10.213 βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα πηχῶν τὸ μὲν ὕψος ἑξήκοντα τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους πρῶτον αὐτοῖς προστάξας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας ἠπείλησεν εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.208 Joseph. AJ 10.212 (English) >>Joseph. AJ 10.216

Powered by PhiloLogic